Τετάρτη, 9 Δεκεμβρίου 2015

Μεθ' ἡμῶν ὁ Θεός.!!!

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

πακούσατε ἕως ἐσχάτου τῆς γῆς,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

σχυκότες ἡττᾶσθε.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

ὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός,

Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

δοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ἡμᾶς.
Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.

τι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον,
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Θαυμαστὸς σύμβουλος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

τι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ νῦν και αεί και εις τους αιώνας των αιώνων.Αμήν.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Μεθ' ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός.

*
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου